Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.174 Joseph. AJ 17.179 (English) >>Joseph. AJ 17.184

17.177ἔργον δʼ ἄρα ἐκείνων εἶναι κούφισίν τινα αὐτῷ ψηφίσασθαι τοῦ ἐπὶ τοιοῖσδε ἀλγεινοῦ· τὰ αὐτὰ γὰρ δὴ φρονῆσαι δόξῃ τῇ αὐτοῦ μὴ ἀπειπαμένων μέγαν τε αὐτοῦ τὸν ἐπιτάφιον γενέσθαι καὶ ὁποῖος οὐδʼ ἄλλοις βασιλέων καὶ πένθος διὰ τοῦ ἔθνους ἅπαντος ἐκ ψυχῆς ὀλοφυραμένων ἐπὶ παιδιᾷ καὶ γέλωτι αὐτοῦ. 17.178ἐπὰν οὖν θεάσωνται τὴν ψυχὴν ἀφέντα αὐτόν, περιστήσαντας τῷ ἱπποδρόμῳ τὸ στρατιωτικὸν ἀγνοοῦν ἔτι τὸν θάνατον αὐτοῦ, μὴ γὰρ πρότερον εἰς τοὺς πολλοὺς ἐξενεγκεῖν τάδε πρᾶξαι κελεύειν, ἀκοντίσαι τοὺς ἐγκαθειργμένους, καὶ πάντας τοῦτον ἀνελόντας τὸν τρόπον διχόθεν αὐτὸν οὐχ ἁμαρτήσαντας τοῦ εὐφρανοῦντος, κυρώσει τε ὧν ἐπιστείλειεν αὐτοῖς μέλλων τελευτᾶν καὶ τῷ πένθει ἀξιολόγῳ τετιμῆσθαι. 17.179καὶ μὲν μετὰ δακρύων ποτνιώμενος καὶ τοῦ συγγενοῦς τὴν εὔνοιαν καὶ πίστιν τοῦ θείου προσκαλῶν ἐπέσκηπτε μὴ ἠτιμῶσθαι ἀξιῶν, κἀκεῖνοι ὡμολόγουν οὐ παραβήσεσθαι. 17.180

Κατανοήσειεν δʼ ἄν τις τὴν διάνοιαν τοῦ ἀνθρώπου καὶ ὅτῳ τὰ πρότερα ἤρεσκεν ὡς ὑπὸ τοῦ φιλοζωεῖν πράξειε τὰ εἰς τοὺς συγγενεῖς πεπραγμένα, ἐκ γοῦν τῶν ἄρτι ἐπιστολῶν οὐδὲν ἀνθρώπειον εἰσφερομένην, 17.181εἴγε καὶ ἀπιὼν τοῦ βίου πρόνοιαν εἶχεν, ὡς ἐν πένθει καὶ ἐρημίᾳ τῶν φιλτάτων τὸ πᾶν καταστήσειεν ἔθνος, ἕνα ἀπὸ ἑκάστου οἴκου κελεύων μεταχειρίσαι μηδὲν ἄδικον μήτε εἰς αὐτὸν δεδρακότας μήτε ἐφʼ ἑτέροις ἐγκλήμασιν κατηγορίας αὐτῶν γενομένης, εἰωθότων οἷς προσποίησις ἀρετῆς καὶ πρὸς τοὺς δίκῃ ἐχθροὺς γεγονότας ἐν τοιοῖσδε καιροῖς τὰ μίση κατατίθεσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.174 Joseph. AJ 17.179 (English) >>Joseph. AJ 17.184

Powered by PhiloLogic